Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.504 Joseph. BJ 2.510 (English) >>Joseph. BJ 2.515

2.508τῶν δὲ οἱ μὲν κατὰ θάλασσαν οἱ δὲ κατὰ γῆν ἐπειχθέντες ἀμφοτέρωθεν αἱροῦσιν τὴν πόλιν ῥᾳδίως· καὶ μηδὲ

-- --

φυγεῖν φθασάντων τῶν οἰκητόρων, οὐχ ὅπως παρασκευάσασθαι πρὸς μάχην, ἐμπεσόντες ἅπαντας ἀνεῖλον σὺν ταῖς γενεαῖς καὶ τὴν πόλιν διαρπάσαντες ἐνέπρησαν· 2.509 δὲ ἀριθμὸς τῶν φονευθέντων τετρακόσιοι πρὸς ὀκτακισχιλίοις. ὁμοίως δὲ καὶ εἰς τὴν ὅμορον τῆς Καισαρείας Ναρβατηνὴν τοπαρχίαν ἔπεμψεν συχνοὺς τῶν ἱππέων, οἳ τήν τε γῆν ἔτεμον καὶ πολὺ πλῆθος διέφθειραν τῶν ἐπιχωρίων τάς τε κτήσεις διήρπασαν καὶ τὰς κώμας κατέφλεξαν. 2.510

Εἰς δὲ τὴν Γαλιλαίαν ἀπέστειλεν Καισέννιον Γάλλον ἡγεμόνα τοῦ δωδεκάτου τάγματος παραδοὺς δύναμιν ὅσην ἀρκέσειν πρὸς τὸ ἔθνος ὑπελάμβανεν. 2.511τοῦτον καρτερωτάτη τῆς Γαλιλαίας πόλις Σέπφωρις μετʼ εὐφημίας δέχεται, καὶ πρὸς τὴν ταύτης εὐβουλίαν αἱ λοιπαὶ πόλεις ἠρέμουν. τὸ δὲ στασιῶδες καὶ λῃστρικὸν πᾶν ἔφυγεν εἰς τὸ μεσαίτατον τῆς Γαλιλαίας ὄρος, κεῖται μὲν ἀντικρὺ τῆς Σεπφώρεως, καλεῖται δὲ Ἀσαμών. τούτοις Γάλλος ἐπῆγε τὴν δύναμιν. 2.512οἱ δὲ ἕως μὲν ἦσαν ὑπερδέξιοι, ῥᾳδίως τοὺς Ῥωμαίους ἠμύναντο προσιόντας καὶ πρὸς διακοσίους αὐτῶν ἀνεῖλον, περιελθόντων δὲ καὶ γενομένων ἐν τοῖς ὑψηλοτέροις ἡττῶντο ταχέως, καὶ οὔτε γυμνῆτες ὁπλίτας συστάδην ἔφερον οὔτε ἐν τῇ τροπῇ τοὺς ἱππεῖς ἐξέφευγον, ὥστε ὀλίγους μὲν ἐν ταῖς δυσχωρίαις διαλαθεῖν, ἀναιρεθῆναι δὲ ὑπὲρ δισχιλίους.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.504 Joseph. BJ 2.510 (English) >>Joseph. BJ 2.515

Powered by PhiloLogic